Πάσχα των Ελλήνων Πάσχα, Πάσχα της αγάπης Πάσχα
Χριστός Ανέστη – Αληθώς Ανέστη Χρόνια Πολλά με υγεία και χαρά
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου Χριστὲ προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν·σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν,τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺγὰρ ἦλθε διὰ τοῦΣταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ.Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι ̓ἡμᾶς,θανάτῳ θάνατον ὤλεσεν. (Σταυροαναστάσιμη ανύμνηση, η οποία απαγγέλλεται σεμνόπρεπα στον Όρθρο της Κυριακής μετά το πέρας του εωθινού Ευαγγελίου).